Jean, chapitres :



Texte Grec (D05)

1.

Μετὰ ταῦτα ἦν

Article fem sg acc.
ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη [.] Ἰης εἰς Ἱεροσόλυμα.

2.

ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις

ἐνPréposition
τῇ προβατικῇ κολυμβήθρα ἡ
λεγομένηParticipe présent passif, féminin singulier, nominatif.
Ἑβραϊστὶ Βελζεθά πέντε στοὰς ἔχουσα.

3.

ἐν ταύταις

οὖνAdverbe
κατέκειντο3e pers pl imparfait, ind moy/pass.
πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν,
παραλυτικῶνAdjectif masc/fem/neut pluriel, genitif.
ἐκδεχομένωνParticipe présent, moyen/passif, masc/fem/neut, génitif pluriel.
τὴνArticle fem sg acc.
τοῦArticle masc/neutre, sg, gen.
ὕδατοςSubstantif neutre, sg, gen.
κίνησινSubstantif fem. sg. acc.
.

4.

Ce verset n'est pas présent en D(05) ni dans le texte grec courant (NA28)

5.

ἦν δέ [.] ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.

6.

τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι;

7.

λέγει3e pers sg pres. ind act.
αὐτῷ ὁ ἀσθενῶν· Κε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.

8.

λέγει αὐτῷ ὁ Ἰης· Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.

9.

καὶ [.] ὑγιὴς ἐγένετο ὁ ἄνθρωπος, καὶ

ἐγερθεὶςParticipe aor pass, nom sg.
ἦρεν τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον [...].

10.

ἔλεγον οὖν οἱ Ἰουδέοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττον σου.

11.

[..] ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.

12.

ἠρώτησαν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον

τὸνArticle masc sg acc.
κράβαττόνSubstantif masc sg, acc.
σουPronom masc/neut. sg. gen.
καὶ περιπάτει;

13.

ἀσθένωνparticipe pres. act. masc. sg. nomin.
οὐκ ᾔδει τίς ἦν· ὁ γὰρ Ἰης
ἔνευσεν3e pers sg aor ind act.
ὄχλου ὄντος ἐν τῷ τόπῳ.

14.

μετὰ ταῦτα εὑρίσκει αὐτὸν

À l'introduction d'une personne dans un texte, la règle voudrait l'insertion de l'article devant son nom.
Ἰης ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι σοί γένηται.

15.

ἀπῆλθεν

οὖνAdverbe
ὁ ἄνθρωπος καὶ ἀπήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰης ἐστιν ὁ ποιήσας
μεPronom de la Ière personne du singulier, masculin/féminin, accusatif.
ὑγιῆ.

16.

Καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰην, ὅτι ταῦτα ἐποίει [.] σαββάτῳ.

17.

ὁ δὲ Ἰης

ἀπεκρείθη3e pers sg aor ind act.
αὐτοῖς·Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.

18.

διὰ τοῦτο [.] μᾶλλον οἱ Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θῷ.

19.

Ἀπεκρίθη 3e pers sg aor ind act.
οὖν ὁ Ἰης καὶ
εἶπεν2e pers. sg. aor. ind. act.
αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς
τοῦArticle masc/neutre, sg, gen.
ἀνθρώπουSubstantif masc sg gen.
ποιεῖν
τιPronom neut sg nom/acc.
ἀφ' ἑαυτοῦ [.], ἐὰν μή τι βλέπῃ ποιοῦντα τὸν πατέρα· ἃ γὰρ [.] ἐκεῖνος
ποιήσῃ,3e pers sg aor subj act.
ταῦτα καὶ ὁ υἱὸς ποιεῖ ὁμοίως.

20.

ὁ γὰρ πατὴρ

ἀγαπᾷ3e pers sg pres. ind act.
τὸν υἱὸν καὶ πάντα
δείκνύει3e pers sg pres. ind act.
αὐτῷ ἃ ἃν αὐτὸς
ποι3e pers sg pres subj act.
, καὶ μείζονα τούτων
δείκνυσιν3e pers sg pres. ind act.
αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.

21.

ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.

22.

οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ,

23.

ἵνα πάντες τειμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.

24.

ἀμὴν ἀμὴν λέγω ὑμῖν [.] ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς [.] ζωήν.

25.

ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ

ἀκούσονται3e pers sg fut ind moy.
τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θῦ, καὶ οἱ ἀκούσαντες ζήσουσιν·

26.

ὡςConjonction ou adverbe
γὰρ ὁ πατὴρ
Article masc sg nom.
ζῶνParticipe présent act, nom sg.
ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκεν καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ·

27.

καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.

28.

μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις

ἀκούσονται 3e pers pl fut ind moyen.
τῆς φωνῆς αὐτοῦ.

29.

καὶ

ἐξελεύσονται3e pers pl fut ind moyen.
οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ [.] φαῦλα
πράσσοντεςParticipe présent actif, masculin pluriel, nominatif.
εἰς ἀνάστασιν κρίσεως.

30.

οὐ δύναμαι ἐγὼ ἀπ´ἐμαυτοῦ ποιεῖν οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.

31.

Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.

32.

ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ

οἴδατε2nd personne du pluriel, indicatif parfait, actif.
ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία
μουPronom personnel, Ière personne, génitif singulier.
ἣν μαρτυρεῖ περὶ ἐμοῦ.

33.

ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ·

34.

ἐγὼ δὲ οὐ παρὰ

ἀνθρώπωνSubstantif pl, masc, gen.
τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.

35.

ἐκεῖνος ἦν ὁ

λύχλοςSubstantif, masculin singulier, nominatif.
ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.

36.

ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν

μείζοναμείζονα, adj masc/fem sg acc., comparatif; autre forme μείζω.
τοῦ Ἰωάννου·τὰ γὰρ ἔργα ἃ
ἔδωκεν3e personne du singulier, indicatif aoriste actif.
μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέστειλεν.

37.

καὶ ὁ πέμψας με πατὴρ, ἐκεῖνος

αὐτὸςAdjectif nom. masc sg.
μαρτυρ(ε)ῖ 3e pers sg pres. ind act.
περὶ ἐμοῦ οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε,

38.

καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν

ἀπέσταλκεν3eme pers sg parfait ind act.
ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.

39.

ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἔχειν ἐν αὐταῖς ζωὴν αἰώνιον· καὶ ἐκεῖναί εἰσιν α[ἱ] μαρτυροῦσαι περὶ ἐμοῦ·

40.

 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν

αἰώνιονAdjectif masculin, féminin ou neutre, singulier, accusatif.
ἔχητε.

41.

δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω·

42.

ἀλλ' ἔγνωκα ὑμᾶς ὅτι οὐκ ἔχετε τὴν ἀγάπην τοῦ Θῦ ἐν ἑαυτοῖς.

43.

ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον

λήμψεσθαιphonétique ancienne
.

44.

πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θῦ οὐ ζητεῖτε;

45.

Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω

ὑμᾶς Pronom pers masc plur acc.
πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.

46.

εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψεν.

47.

εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν

πιστεύσητε2eme pers pl. fut ind act.
;

Voir l'original

Photo du manuscrit