Jean, chapitres :



Texte Grec (D05)

1.

Τότε οὖν ἔλαβεν ὁ Πειλᾶτος τὸν Ἰην καὶ ἐμαστίγωσεν.

2.

καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτὸν.

3.

[...] καὶ ἔλεγον· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ

ἐδίδουν3e personne du pluriel, imparfait indicatif actif.
αὐτῷ ῥαπίσματα.

4.

[.] ἐξῆλθεν πάλιν ἔξω ὁ Πειλᾶτος καὶ λέγει αὐτοῖς· ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.

5.

ἐξῆλθεν οὖν ὁ Ἰς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· ἰδ ὁ Ἄν[θρωπ]ος.

6.

Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες· σταύρωσον σταύρωσον

αὐτὸνPronom réfléchi masc. sg. acc.
. λέγει αὐτοῖς ὁ Πειλᾶτος· λάβετε ὑμεῖς αὐτὸν καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.

7.

ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμεῖς νόμον ἔχομεν καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν υἱὸν Θῦ ἐποίησεν.

8.

Ὅτε οὖν ἤκουσεν ὁ Πειλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη.

9.

καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰῦ· πόθεν εἶ σύ; ὁ δὲ Ἰς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.

10.

λέγει οὖν αὐτῷ ὁ Πειλᾶτος· ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαι σε καὶ ἐξουσίαν ἔχω ἀπολυσαί σε;

11.

ἀπεκρίθη αὐτῷ Ἰς· οὐκ

ἔχεις2e pers. sg. pres. ind. act.
ἐξουσίαν κατ’ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ
παραδιδούςParticipe parfait actif, masculin singulier
μέ σοι μείζονα ἁμαρτίαν ἔχει.

12.

Ἐκ τούτου ἐζήτει ὁ Πειλᾶτος ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες· ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς γὰρ ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.

13.

ὁ οὖν Πειλᾶτος ἀκούσας τούτων

τὸνArticle masc sg acc.
λόγονSubstantif masc sg, acc.
γαγεν ἔξω τὸν Ἰην καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ [.] Γαββαθα.

14.

ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν

ὡσείAdverbe
τρίτηAdjectif féminin singulier, nominatif.
. καὶ λέγει τοῖς Ἰουδαίοις· ἴδε ὁ βασιλεὺς ὑμῶν.

15.

οἱArticle masc. plur. nom.
δὲ
ἐκραύγαζον3e personne du pluriel, imparfait indicatif actif.
[.]· ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πειλᾶτος· τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.

16.

Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον οὖν τὸν Ἰν καὶ

ἤγαγον3eme pers pl aor ind act.
.

17.

καὶ βαστάζων

ἑαυτοῦPronom réfléchi masculin singulier, genitif.
τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον,
ὅςPronom relatif masculin singulier, nominatif.
λέγ
η3eme personne du singulier,  présent du subjonctif, moyen/passif.
ται Ἑβραϊστὶ Γολγοθα,

18.

ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ δύο ἄλλους,

τεῦθενAdverbe
καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰῦν.

19.

ἔγραψεν δὲ καὶ τίτλον ὁ Πειλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ

τὸArticle neut. sg. nom/acc.
γεγραμμένον· Ἰς ὁ Ναζωρεος ὁ βασιλεὺς τῶν Ἰουδαίων.

20.

τοῦτον οὖν τὸν τίτλον πολλοὶ τῶν Ἰουδαίων ἀνέγνωσαν, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰς· καὶ ἦν γεγραμμένον Ἑβραϊσταί, Ἑλληνισταί, Ῥωμαϊσταί.

21.

ἔλεγον οὖ[ν] τῷ Πειλάτῳ [.] ἀρχιερεῖς τῶν Ἰουδαίων· μὴ γράφε· ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ ὅτι ἐκεῖνος εἶπεν· βασυλεύ[ς] εἰμι τῶν Ἰουδαίων.

22.

ἀπεκρίθη ὁ Πειλᾶτος· ὃ γέγραφα, γέγραφα.

23.

Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ

ποιήσαντεςParticipe aoriste actif,  masculin pluriel.
τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου.

24.

εἶπον δὲ πρὸς ἀλλήλους· μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος

ἐστίν3e pers sg pres. ind act.
· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.

25.

Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰῦ ἡ μήτηρ αὐτοῦ καὶ [.] ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.

26.

Ἰης οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί

αὐτοῦPronom possessif masc. sg. gen.
· γύναι, ἴδε ὁ υἱός σου.

27.

εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια.

28.

Μετὰ τοῦτο εἰδὼς ὁ Ἰης ὅτι ἤδη πάντα

τετελείωται3e personne du singulier, indicatif parfait, moyen/passif.
, ἵνα
πληρωθῇ3e personne du singulier, aoriste subjonctif passif.
ἡ γραφή, λέγει· διψῶ.

29.

σκεῦος οὖν ἔκειτο ὄξους μεστόν·

οἰArticle masc. plur. nom.
δὲ
πλήσαντεςParticipe aoriste actif,  masculin pluriel.
σπόγγον [..] ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.

30.

ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰς εἶπεν·

τετελείωται3e personne du singulier, indicatif parfait, moyen/passif.
, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ Πνα.

31.

Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ Στ[αυ]ροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπ(ε)ὶ παρασκευὴ [.], ἦν γὰρ μεγάλη ἡ ἡμέρα τοῦ σαββάτου ἐκείνου, ἠρώτησαν τὸν Πειλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.

32.

ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συνσταυρωθέντος αὐ[τῷ]·

33.

ἐπὶ δὲ τὸν Ἰν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνικότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,

34.

ἀλλ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.

35.

καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κακεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε.

36.

ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.

37.

καὶ πάλιν ἑτέρα γραφὴ λέγει· ὄψονται εἰς ὃν ἐξεκέντησαν.

38.

Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ἀπὸ Ἁριμαθέας, ὢν μαθητὴς τοῦ Ἰῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα τοῦ Ἰῦ.

39.

ἦλθεν δὲ καὶ Νι[κό]δημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.

40.

ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰῦ καὶ ἔδησαν αὐτὸ

ἐνPréposition
ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν [.]Ἰουδαίς ἐνταφιάζειν.

41.

ἦν δὲ ἐν [.] τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς

ἐτέθη3e pers sg aor ind act.
.

42.

 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰν.