Jean, chapitres :



Texte Grec (D05)

1.

Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής·

2.

ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας,

αὐτόςPronom 3eme personne du singulier, masculin, nominatif.
ἐστιν
Article masc sg nom.
ποιμήν τῶν προβάτων.

3.

τούτῳ ὁ θυρουρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ πρόβατα τὰ ἴδια φωνεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά.

4.

καὶ ὅταν τὰ ἴδια

πάνταadj. plur neutre nom/voc/acc.
ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν αὐτοῦ τὴν φωνὴν [.]·

5.

ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν.

6.

Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰης· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.

7.

Εἶπεν οὖν πάλιν

αὐτοῖςPronom réfléchi, masculin, 3e pers. du pluriel, datif.
ὁ Ἰης· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.

8.

[.] ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλὰ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.

9.

ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις  εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

10.

ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ δὲ ἦλθον ἵνα ζωὴν ἔχωσιν [...].

11.

ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ

δίδωσιν3e pers sg pres. ind act.
ὑπὲρ τῶν προβάτων·

12.

δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ

εἰσὶν3e personne du pluriel, indicatif présent actif.
τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει [.] καὶ σκορπίζει[.],

13.

ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.

14.

ἐγώ εἰμι ὁ καλός ποιμὴν, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώ[σκου]σιν μὲ τὰ ἐμὰ,

15.

καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου

δίδωμι1ère pers. sg. prés. ind. act.
ὑπὲρ τῶν προβάτων.

16.

καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

17.

διὰ τοῦτό με ὁ πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.

18.

οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ [...], ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν

ἆραιInfinitif aoriste actif.
αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός [.].

19.

Σχίσμα

οὖνAdverbe
[.] ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.

20.

ἔλεγον

οὖνAdverbe
πολλοὶ ἐξ αὐτῶν
ὅτιConjonction
δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;

21.

ἄλλοι ἔλεγον· oὐκ ἔστι[ν] ταῦτα τὰ ῥήματα δαιμονιζομένου· μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν 

ἀνοῖγεινInfinitif  présent, actif
;

22.

Ἐγένοντο3e personne du pluriel, aoriste indicatif moyen
δὲ τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις, χειμὼν ἦν·

23.

καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ [.] Σολομῶνος.

24.

ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγαν αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χρς, εἰπὲ ἡμῖν παρρησίᾳ.

25.

ἀπεκρίθη [.] ὁ Ἰης·

ΛαλῶIère personne du singulier, indicatif présent actif.
ὑμῖν, καὶ οὐ πιστεύετε
μοιPronom 1ère personne du singulier, masculin/féminin, datif.
· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου,
αὐτάPronom réfléchi neutre pluriel, nominatif/accusatif.
μαρτυρεῖ περὶ ἐμοῦ·

26.

ἀλλ' ὑμεῖς οὐ πιστεύετε· ὅτι οὐκ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν,

καθὼςAdverbe
εἶπον1ère personne du singulier, indicatif aoriste actif.
ὑμῖνPronom 2e pers. pl. masc. dat.
.

27.

τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου

ἀκούει3e pers sg pres. ind act.
, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι,

28.

κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ

οὐ μὴNégation
ἁρπάσῃ3e pers sg aor subj act.
τις αὐτὰ ἐκ τῆς χειρός μου.

29.

ὁ πατήρ μου, ὅ

δεδωκώςParticipe parfait actif, masculin singulier
μοι, πάντων μεῖζων ἐστίν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός
μουPronom 1ère personne du singulier, masculin/féminin, génitif.
.

30.

ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.

31.

Ἐβάστασαν

οὖνAdverbe
[.] λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.

32.

ἀπεκρίθη αὐτοῖς ὁ Ἰης· Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός [.], διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ

μεPronom de la Ière personne du singulier, masculin/féminin, accusatif.
;

33.

ἀπεκρίθησ[αν] αὐτῷ οἱ Ἰουδαῖοι

λέγοντεςParticipe présent actif, masculin pluriel, nominatif.
· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι [.] ἄνθρωπος ὢν ποι[εῖ]ς σεαυτὸν Θν.

34.

ἀπεκρίθη αὐτοῖς ὁ Ἰης καὶ

εἶπεν3e personne du singulier, indicatif aoriste actif.
· οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ [.] ὅτι ἐγὼ εἰπόν, θεοί ἐστε;

35.

εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος ἐγένετο τοῦ Θῦ, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή,

36.

ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον, υἱὸς [.] Θῦ εἰμι;

37.

εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι·

38.

εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ

θέλετε2e pers. pl. prés. ind. act.
πιστεύεινInfinitif  présent, actif
, τοῖς ἔργοις πιστεύεται, ἵνα γνῶτε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ Πατρί.

39.

Καὶ ἐζήτουν  αὐτὸν [.] πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.

40.

Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου, εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ.

41.

καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον [.]· Ἰωάνης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα Ἰωάνης εἶπεν περὶ τούτου ἀληθῆ ἦν.

42.

καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.