Texte Grec (D05)
1. Ταῦτα εἰπὼν
ὁArticle masc sg nom.
Ἰης ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κέδρ
ου ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
2. Ἤδει δὲ καὶ Ἰούδας ὁ
παραδιδὼνParticipe aoriste actif, masculin singulier, nominatif.
αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη
ἐκεῖ ὁArticle masc sg nom.
Ἰης μετὰ τῶν μαθητῶν αὐτοῦ.
3. ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
4. Ἰης δὲ
εἰδὼνParticipe aoriste actif, masculin singulier, nominatif.
πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς· τίνα ζητεῖτε;
5. ἀπεκρίθησαν αὐτῷ· Ἰην τὸν Ναζαρηνόν. λέγει αὐτοῖς· ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν.
6. ὡς οὖν εἶπεν αὐτοῖς· ἐγώ εἰμι, ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
7. Πάλιν οὖν αὐτούς ἐπηρώτησεν
λέγωνParticipe aoriste actif, masculin singulier, nominatif.
· τίνα ζητεῖτε ; οἱ δὲ εἶπαν
πάλινAdverbe
Ἰην τὸν Ναζωραῖον.
8. ἀπεκρίθη
αὐτοῖςPronom réfléchi, masculin, 3e pers. du pluriel, datif.
ὁArticle masc sg nom.
Ἰης· εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
9. ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς
ἐδωκάς2e pers. sg. aor. ind. act.
μοι [.] ἐξ αὐτῶν οὐδένα
ἀπώλεσα.
10. τότεAdverbe
Σίμων Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν
δοῦλον τοῦ ἀρχιερέως καὶ ἀπέκοψεν αὐτοῦ τὸ
ὠτίονSubstantif neut. sg. nom/acc.
τὸ δεξιόν· ἦν δὲ
τὸArticle neut. sg. nom/acc.
ὄνομα
τοῦArticle masc/neutre, sg, gen.
δούλοῦSubstantif masc sg gen.
ἐκείνουAdjectif masculin/neutre, génitif singulier.
Μάλχος.
11. εἶπεν οὖν ὁ Ἰης τῷ Πέτρῳ· βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ
ἐδωκέν3e personne du singulier, indicatif aoriste actif.
μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό ;
12. Ἡ οὖν σπεῖρα καὶ ὁ χειλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰην καὶ ἔδησαν αὐτὸν,
13. καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου·
14. ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕν[α] ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.
15. Ἠκολούθει δὲ τῷ Ἰηῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰηῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.
16. ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὃςPronom relatif masculin singulier, nominatif.
ἦν3e pers sg, imparfait ind act.
γνωστὸς τῷArticle masc/neut. sg. dat.
ἀρχιερειSubstantif masc. sg. dat.
καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
17. λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ Ἄνου τούτου; λέγει ἐκεῖνος· οὐκ εἰμί.
18. εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ [.] μετ’ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θέρμενοςparticipe pres. act. masc. sg. nomin.
.
19. Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰην περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
20. ἀπεκρίθη αὐτῷ Ἰης· ἐγὼ παρρησίᾳ ἐλάλησα1ère personne du singulier, indicatif aoriste actif.
τῷ κόσμῳ, ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτεAdverbe
οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐ[ν] κρυπτῷ ἐλάλησα οὐδέν.
21. τί με ἐπερωτᾷς; ἐπερώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
22. ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκεν ῥάπισμα τῷ Ἰηῦ εἰπών· οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
23. ἀπεκρίθη αὐτῷ ὁArticle masc sg nom.
Ἰης· εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
24. ἀπέστειλεν [.] αὐτὸν [.] Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
25. Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θέρμενοςparticipe pres. act. masc. sg. nomin.
. εἶπον οὖν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν· οὐκ εἰμί.
26. λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συνγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ ;
27. πάλιν οὖν ἠρνήσατο Πέτρως,καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
28. Ἄγουσιν οὖν τὸν Ἰην ἀπὸ τοῦ Καϊ[.]φα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα.
29. Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος [.] πρὸς αὐτοὺς καὶ εἶπεν·3e personne du singulier, indicatif aoriste actif.
τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου ;
30. ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· εἰ μὴ ἦν οὗτος κακοποιόςAdjectif nom. masc sg.
, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
31. εἶπεν οὖν αὐτοῖς ὁ Πειλᾶτος· λάβετε αὐτὸν ὑμεῖςκαὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.εἶπον δὲ αὐτῷ οἱ Ἰουδαῖοι· ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
32. ἵνα ὁ λόγος τοῦ Ἰηῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
33. Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον [.] Πειλᾶτος καὶ ἐφώνησεν τὸν Ἰην καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
34. καὶ ἀπεκρίνατο3e personne du singulier, indicatif, aoriste, moyen.
ὁArticle masc sg nom.
Ἰης· ἀφ᾽ εαυτοῦ [.] τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;
35. ἀπεκρίθη ὁ Πειλᾶτος· μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ [.] ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
36. ἀπεκρίθη Ἰης· ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ ἐμή βασιλεία, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο ἵνα μὴ παραδῶPremière personne du singulier du présent du subjonctif actif
τοῖς Ἰουδαίς· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
37. εἶπεν οὖν αὐτῷ ὁ Πειλᾶτος· οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ Ἰης· σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
38. λέγει αὐτῷ ὁ Πειλᾶτος· τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους
καὶ λέγει αὐτοῖς· ἐγὼ οὐδεμίαν αἰτίαν ἐν αὐτῷ εὑρίσκω.
39. ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
40. ἐκραύγασαν οὖν πάλιν λέγοντες πάντεςAdjectif, masculin pluriel, nominatif.
· μὴ τοῦτον ἀλλὰ [.] Βαραββᾶν. ἦν δὲ [.] Βαραββᾶς λῃστής.